select * from srine_authors where Id='' Table 'weaven_greek.srine_authors' doesn't exist
select * from srine_authors where Id='' Table 'weaven_greek.srine_authors' doesn't exist
: Орфический гимн LV, "Афродите", оригинал

Афродита: Античные гимны

Орфический гимн LV, "Афродите", оригинал

Εἰς Ἀφροδίτην

Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,
νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ <τε> κόσμον
5 καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα,
ὅσσα τ' ἐν οὐρανῶι ἐστι καὶ ἐν γαίηι πολυκάρπωι
ἐν πόντου τε βυθωι τε, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη θαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων,
Πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι,
10 φαινομένη, τ' ἀφανής, ἐρατοπλόκαμ', εὐπατέρεια,
νυμφιδία σύνδαιτι θεῶν, σκηπτοῦχε, λύκαινα,
γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι,
ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις
καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων·
15 ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ' ἐν' Ὀλύμπωι
ἐσσί, θεὰ βασίλεια, καλῶι γήθουσα προσώπωι,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ' ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
20 ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα
ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις,
ἢ νύμφαις τέρπηι κυανώπισιν ἐν χθονὶ δίηι
θῖνας ἐπ' αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφωι·
εἴτ’ ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνθα καλαί σε
25 παρθένοι ἄδμηται νύμφαι τ' ἀνὰ πάντ’ ἐνιαυτὸν
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.
ἐλθέ, μάκαιρα θεά μάλ' ἐπήρατον εἶδος ἔχουσα·
ψυχῆι γάρ σε καλῶ σεμνῆι ἁγίοισι λόγοισιν.

Перевод

Новости

14.07.2019

В раздел "Зевс: история" добавлены  "Эпитеты Зевса: алфавитный перечень"

02.07.2019

В раздел "Фейри" добавлен отрывок "Показания ирландского священника" из книги У. Эванса-Венца "Вера в фейри в кельтских странах"

28.06.2019

На сайт добавлен раздел "Античные гимны Афродите"

23.06.2019

В раздел "Фейри" добавлен отрывок "В долине Бойн"  из книги У. Эванса-Венца "Вера в фейри в кельтских странах"

18.06.2019

В раздел "Гера: история" добавлены таблицы "Гера: краткие сведения"