Афина: Античные гимны

Гимн Каллимаха V, "На омовение Паллады", оригинал

ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ

Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπει.
σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε, Πελασγιάδες.
5 οὔποκ᾽ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις,
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδ᾽ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθ᾽ ἀπὸ γηγενέων·
ἀλλὰ πολὺ πράτιστον ὑφ᾽ ἅρματος αὐχένας ἵππων
10 λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ὦ ἴτ᾽ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ᾽ ἀλαβάστρως,
— συρίγγων ἀίω φθόγγον ὑπαξόνιον —
15 μὴ μύρα, λωτροχόοι, τᾷ Παλλάδι μηδ᾽ ἀλαβάστρως
—οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ—
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας.
οὐδ᾽ ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτ᾽ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20 ἔβλεψεν δίναν εἰς διαφαινομέναν·
οὐδ᾽ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
ἃ δὲ δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ᾽ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
25 ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς,
ὦ κῶραι, τὸ δ᾽ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
τῷ καὶ νῦν ἄρσεν τι κομίσσατε μῶνον ἔλαιον,
30 ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.

ἔξιθ᾽ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν.
35 ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομηδέος ἀσπίς,
ὡς ἔθος Ἀργείως τοῦτο παλαιότερον
Εὐμήδης ἐδίδαξε, τεῒν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
40 ᾤχετ᾽ ἔχων, Κρεῖον δ᾽ εἰς ὄρος ᾠκίσατο,
Κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.

ἔξιθ᾽ Ἀθαναία· περσέπτολι, χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
45 σάμερον, ὑδροφόροι, μὴ βάπτετε, σάμερον, Ἄργος,
πίνετ᾽ ἀπὸ κρανᾶν, μηδ᾽ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῷ τε καὶ ἄνθεσιν ὕδατα μείξας
50 ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων,
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55 πότνι᾽ Ἀθαναία, τὺ μὲν ἔξιθι· μέσφα δ᾽ ἐγώ τι
ταῖσδ᾽ ἐρέω· μῦθος δ᾽ οὐκ ἐμός, ἀλλ᾽ ἑτέρων.

παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
60 ἀλλὰ καὶ ἀρχαίων εὖτ’ ἐπὶ Θεσπιέων
– ⏔ – ⏔ –⏑ ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ ’πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῷ κεῖντ’ ἐπὶ Κουραλίῳ,
65 πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδ’ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκ’ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλ’ ἔτι καὶ τήναν δάκρυα πόλλ’ ἔμενε,
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
70 δή ποκα γὰρ πέπλων λυσαμένα περόνας
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
λῶντο· μεσαμβρινὰ δ’ εἶχ’ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ’ ἔσαν ὧραι,
πολλὰ δ’ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75 Τειρεσίας δ’ ἔτι μοῦνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δ’ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δ’ εἶδε τὰ μὴ θεμιτά.
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα·
80 ‘τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ’ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;’
ἁ μὲν ἔφα, παιδὸς δ’ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη δ’ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμαχανία.
85 ἁ νύμφα δ’ ἐβόασε· ‘τί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλ’ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν,
90 ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.’
ἁ μὲν <ἅμ’> ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95 ἆγε βαρὺ κλαίοισα, θεὰ δ’ ἐλέησεν ἑταίραν.
καί νιν Ἀθαναία πρὸς τόδ’ ἔλεξεν ἔπος·
‘δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι’ ὀργάν
εἶπας· ἐγὼ δ’ οὔ τοι τέκνον ἔθηκ’ ἀλαόν.
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
100 ἁρπάζειν· Κρόνιοι δ’ ὧδε λέγοντι νόμοι·
ὅς κε τιν’ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον, ἐπεὶ Μοιρᾶν ὧδ’ ἐπένησε λίνα,
105 ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δ’ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110 καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
ἔσσεται· ἀλλ’ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ’ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁππόκα κ’ οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρά
δαίμονος· ἀλλ’ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115 τουτάκι δειπνησεῦντι· τὰ δ’ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν δ’ ἐρέει σε καὶ εὐαίωνα γενέσθαι
ἐξ ὀρέων ἀλαὸν παῖδ’ ὑποδεξαμέναν.
ὦ ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
120 τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα,
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
γνωσεῖται δ’ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἅλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125 πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον,
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
130 φοιτασεῖ, μεγάλῳ τίμιος Ἁγεσίλᾳ.’
ὣς φαμένα κατένευσε· τὸ δ’ ἐντελές, ᾧ κ’ ἐπινεύσῃ
Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τόγε θυγατέρων
δῶκεν Ἀθαναίᾳ πατρώϊα πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δ’ οὔτις ἔτικτε θεάν,
135 ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
ψεύδεα – ⏔ – || – ⏑⏑ αι θυγάτηρ.
ἔρχετ’ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
σύν τ’ εὐαγορίᾳ σύν τ’ εὔγμασι σύν τ’ ὀλολυγαῖς.
140 χαῖρε, θεά, κάδευ δ’ Ἄργεος Ἰναχίω.
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

Перевод

Новости

17.11.2019

В раздел "Геката: исследования" добавлен отрывок "Добродетели" из работы Стивена Ронана "Халдейская Геката"

15.11.2019

В раздел "Публицистика" добавлена заметка Галины Крассковой "Спасение?"

10.11.2019

В раздел "Геката: исследования" добавлен отрывок "Функции и образы" из работы Стивена Ронана "Халдейская Геката"

31.10.2019

В магазине - переиздание книги "Геката: пограничные обряды"

27.10.2019

В магазине - новая книга Антона Платова: "Северная Традиция. Путь над Бездной"