ακρακαναρβα· καναρβα· αναρβα· ναρβα· αρβα· ρβα· βα· [α].’ λέγε ὅλον οὕτως τὸ ὄνομα πτερυγοειδῶς.
Φοῖβε, μαντοσύναισιν ἐπίῤῥοθος ἔρχεο χαίρων,
Λητοΐδη, ἑκάεργε, ἀπότροπε, δεῦρ᾽ ἄγε, δεῦρο·
δεῦρ᾽ ἄγε, θεσπίζων, μαντεύεο νυκτὸς ἐν ὥρῃ.
(5) αλλαλαλα· αλλαλαλα· σανταλαλα· ταλαλα.’ λέγε τοῦτο τὸ ὄνομα καὶ αὐτὸ ἓν ὑφαιρῶν πτερυγοειδῶς.
‘εἴ ποτε δὴ φιλόνικον ἔχων κλάδον ἐνθάδε δάφνης
σῆς ἱερῆς κορυφῆς ἐφθέγγεο πολλάκις ἐσθλά
καὶ νῦν μοι σπεύσειας ἔχων θεσπίσματ᾽ ἀληθῆ.
λαητωνιον καὶ ταβαραωθ᾽· αεω· εω
