Источник: Клавдий Элиан, «О животных», XII.45
ὕψιστε θεῶν,
πόντιε, χρυσοτρίαινε Πόσειδον,
γαιήοχ᾽, ἐγκύμον᾽ ἀν᾽ ἅλμαν·
βραγχίοις περὶ δὲ σὲ πλωτοὶ
θῆρες χορεύουσι κύκλῳ, κούφοισι ποδῶν 15
ῥίμμασιν ἐλάφρ᾽ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες
ὠκυδρόμοι
σκύλακες, φιλόμουσοι
δελφῖνες, ἔναλα θρέμματα κουρᾶν
Νηρεΐδων θεᾶν, 20
ἃς ἐγείνατ᾽ Ἀμφιτρίτα· οἵ μ᾽ εἰς Πέλοπος γᾶν ἐπὶ
Ταιναρίαν
ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ,
κυρτοῖσι νώτοις ὀχέοντες,
ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, 25
φῶτες δόλιοι
ὥς μ᾽ ἀφ᾽ ἁλιπλόου γλαφυρᾶς νεὼς
εἰς οἶδμ᾽ ἁλιπόρφυρον λίμνας ἔριψαν.