{ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ.}

Ὑμνέομεν σειρὴν πολυώνυμον Ἀφρογενείης
καὶ πηγὴν μεγάλην βασιλήιον, ἧς ἄπο πάντες
ἀθάνατοι πτερόεντες ἀνεβλάστησαν Ἔρωτες,
ὧν οἱ μὲν νοεροῖσιν ὀιστεύουσι βελέμνοις
ψυχάς, ὄφρα πόθων ἀναγώγια κέντρα λαβοῦσαι 5
μητέρος ἰσχανόωσιν ἰδεῖν πυριφεγγέας αὐλάς·
οἱ δὲ πατρὸς βουλῇσιν ἀλεξικάκοις τε προνοίαις
ἱέμενοι γενεῇσιν ἀπείρονα κόσμον ἀέξειν
ψυχαῖς ἵμερον ὦρσαν ἐπιχθονίου βιότοιο.
ἄλλοι δὲ γαμίων ὀάρων πολυειδέας οἴμους 10
αἰὲν ἐποπτεύουσιν, ὅπως θνητῆς ἀπὸ φύτλης
ἀθάνατον τεύξωσι δυηπαθέων γένος ἀνδρῶν·
πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐρωτοτόκου Κυθερείης.
ἀλλά, θεά, πάντῃ γὰρ ἔχεις ἀριήκοον οὖας,
εἴτε περισφίγγεις μέγαν οὐρανόν, ἔνθα σέ φασι 15
ψυχὴν ἀενάοιο πέλειν κόσμοιο θεείην,
εἴτε καὶ ἑπτὰ κύκλων ὑπὲρ ἄντυγας αἰθέρι ναίεις
σειραῖς ὑμετέραις δυνάμεις προχέους᾽ ἀδαμάστους,
κέκλυθι, καὶ πολύμοχθον ἐμὴν βιότοιο πορείην
ἰθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις 20
οὐχ ὁσίων παύουσα πόθων κρυόεσσαν ἐρωήν.