{ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ.}

Ὑμνέομεν Λυκίων βασιληίδα, Κουραφροδίτην,
ἧς ποτ᾽ ἀλεξικάκοιο περιπλήθοντες ἀρωγῆς
πατρίδος ἡμετέρης θεοφράδμονες ἡγεμονῆες
ἱερὸν ἱδρύσαντο κατὰ πτολίεθρον ἄγαλμα,
σύμβολ᾽ ἔχον νοεροῖο γάμου, νοερῶν ὑμεναίων 5
Ἡφαίστου πυρόεντος ἰδ᾽ οὐρανίης Ἀφροδίτης·
καί ἑ θεὴν ὀνόμηναν Ὀλύμπιον, ἧς διὰ κάρτος
πολλάκι μὲν θανάτοιο βροτοφθόρον ἔκφυγον ἰόν,
ἐς δ᾽ ἀρετὴν ἔχον ὄμμα· τελεσσιγόνων δ᾽ ἀπὸ λέκτρων
ἔμπεδος ἀγλαόμητις ἀνασταχύεσκε γενέθλη, 10
πάντῃ δ᾽ ἠπιόδωρος ἔην βιότοιο γαλήνη.
ἀλλὰ καὶ ἡμετέρην ὑποδέχνυσο, πότνα, θυηλὴν
εὐεπίης· Λυκίων γὰρ ἀφ᾽ αἵματός εἰμι καὶ αὐτός.
ψυχὴν δ᾽ ἂψ ἀνάειρον ἀπ᾽ αἴσχεος ἐς πολὺ κάλλος,
γηγενέος προφυγοῦσαν ὀλοίιον οἶστρον ἐρωῆς. 15