Гомеровский гимн II, «К Аполлону Пифийскому», оригинал

Εἰς Ἀπόλλωνα (2)

Одилон Редон, «Колесница Аполлона».
Пастель, бумага, 1907-1908

ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
καὶ Μίλητον ἔχεις ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ᾿ αὖ Δήλοιο περικλύστου μέγ᾿ ἀνάσσεις.
εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
5 φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ᾿ ἔχων τεθυωμένα. τοῖο δὲ φόρμιγξ
χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς ὥς τε νόημα
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ᾿ ὁμήγυριν ἄλλων.
10 αὐτίκα δ᾿ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή.
Μοῦσαι μέν θ᾿ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ᾿ ἄμβροτα ἠδ᾿ ἀνθρώπων
τλημοσύνας, ὅσ᾿ ἔχοντες ὑπ᾿ ἀθανάτοισι θεοῖσι
ζώουσ᾿ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
15 εὑρέμεναι θανάτοιό τ᾿ ἄκος καὶ γήραος ἄλκαρ.
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ᾿ Ἥβη τε Διὸς θυγάτηρ τ᾿ Ἀφροδίτη
ὀρχεῦντ᾿ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
τῇσι μὲν οὔτ᾿ αἰσχρὴ μεταμέλπεται οὔτ᾿ ἐλάχεια,
20 ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητὴ
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ᾿ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζουσ᾿. αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς, αἴγλη δέ μιν ἀμφιφαείνει
25 μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἱ δ᾿ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ᾿ ἀθανάτοισι θεοῖσι.
πῶς τ᾿ ἄρ σ᾿ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
30 ἠέ σ᾿ ἐνὶ μνηστῇσιν ἀείδω καὶ φιλότητι
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
Ἴσχυ᾿ ἅμ᾿ ἀντιθέῳ Ἐλατιονίδῃ εὐίππῳ
ἢ ἅμα Φόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ᾿ Ἐρευθεῖ
ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
35 πεζός, ὁ δ᾿ ἵπποισιν; οὐ μὴν Τρίοπός γ᾿ ἐνέλειπεν.
ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης ἑκατηβόλ᾿ Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ᾿ Οὐλύμποιο κατῆλθες.
Λέκτον τ᾿ ἠμαθόεντα παρέστιχες ἠδ᾿ Αἰνιῆνας
40 καὶ διὰ Περραιβούς. τάχα δ᾿ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ᾿ ἐπέβης ναυσικλείτης Εὐβοίης.
στῆς δ᾿ ἐπὶ Ληλάντῳ πεδίῳ, τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ᾿ Εὔριπον διαβὰς ἑκατηβόλ᾿ Ἄπολλον
45 βῆς ἀν᾿ ὄρος ζάθεον χλωρόν. τάχα δ᾿ ἷξες ἀπ᾿ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δ᾿ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ.
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ᾿ ἄρα πω τότε γ᾿ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
50 Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾿ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον,
Ὀγχηστὸν δ᾿ ἷξες Ποσιδήϊον ἀγλαὸν ἄλσος.
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά, χαμαὶ δ᾿ ἐλατὴρ ἀγαθός περ
55 ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται. οἱ δὲ τέως μὲν
κείν᾿ ὄχεα κροτέουσιν ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ᾿ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν.
ὣς γὰρ τὰ πρώτισθ᾿ ὁσίη γένεθ᾿. οἱ δὲ ἄνακτι
60 εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον.
Κηφισὸν δ᾿ ἄρ᾿ ἔπειτα κιχήσαο καλλιρέεθρον,
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβὰς Ἑκάεργε καὶ Ὠκαλέην πολύπυργον
65 ἔνθεν ἄρ᾿ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ᾿ ἐπὶ Τελφούσης. τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
στῆς δὲ μάλ᾿ ἄγχ᾿ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπες.
Τελφοῦσ᾿ ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
70 ἀνθρώπων τεῦξαι χρηστήριον, οἵ τέ μοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
ἠδ᾿ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κάτα νήσους,
χρησόμενοι. τοῖσιν δέ τ᾿ ἐγὼ νημερτέα βουλὴν
75 πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές. ἡ δὲ ἰδοῦσα
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον.
Φοῖβε ἄναξ ἑκάεργε ἔπος τί τοι ἐν φρεσὶ θήσω,
80 ἐνθάδ᾿ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἱ δέ τοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας.
ἀλλ᾿ ἔκ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσι.
πημανέει σ᾿ αἰεὶ κτύπος ἵππων ὠκειάων
85 ἀρδόμενοί τ᾿ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων.
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ᾿ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ᾿ ἐνεόντα.
ἀλλ᾿ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
90 ἐσσὶ ἄναξ ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον.
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ᾿ οὔθ᾿ ἅρματα καλὰ δονήσεται, οὔτε τοι ἵππων
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν.
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
95 ἀνθρώπων κλυτὰ φῦλα, σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαι᾿ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
Ὣς εἰποῦσ᾿ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονὶ μηδ᾿ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον,
100 ἷξες δ᾿ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων,
ἵκεο δ᾿ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα
105 κνημὸν πρὸς ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ᾿ ὑποδέδρομε βῆσσα
τρηχεῖ᾿. ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον.
ἐνθάδε δὴ φρονέω τεύξειν περικαλλέα νηὸν
110 ἔμμεναι ἀνθρώποις χρηστήριον οἵ τέ μοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
ἠδ᾿ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κατὰ νήσους,
χρησόμενοι. τοῖσιν δ᾿ ἄρ᾿ ἐγὼ νημερτέα βουλὴν
115 πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές. αὐτὰρ ἐπ᾿ αὐτοῖς
λάϊνον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾿ Ἀγαμήδης
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν.
120 ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾿ ἀνθρώπων
κτιστοῖσιν λάεσσιν ἀοίδιμον ἔμμεναι αἰεί.
ἀγχοῦ δὲ κρήνη καλλίρροος ἔνθα δράκαιναν
κτεῖνεν ἄναξ Διὸς υἱὸς ἀπὸ κρατεροῖο βιοῖο
ζατρεφέα μεγάλην τέρας ἄγριον, ἣ κακὰ πολλὰ
125 ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτοὺς
πολλὰ δὲ μῆλα ταναύποδ᾿ ἐπεὶ πέλε πῆμα δαφοινόν.
καί ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
δεινόν τ᾿ ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν,
ὅν ποτ᾿ ἄρ᾿ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρὶ
130 ἡνίκ᾿ ἄρα Κρονίδης ἐρικυδέα γείνατ᾿ Ἀθήνην
ἐν κορυφῇ. ἡ δ᾿ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ᾿ ἀθανάτοισιν ἔειπε.
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ᾿ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
135 πρῶτος, ἐπεί μ᾿ ἄλοχον ποιήσατο κέδν᾿ εἰδυῖαν.
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν.
αὐτὰρ ὅ γ᾿ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος ῥικνὸς πόδας ὃν τέκον αὐτὴ
140 ῥίψ᾿ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέϊ πόντῳ.
ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ἧσι κασιγνήτῃσι κόμισσεν.
ὡς ὄφελ᾿ ἄλλο θεοῖσι χαρίσσασθαι μακάρεσσι.
σχέτλιε ποικιλομῆτα τί νῦν μητίσεαι ἄλλο;
145 πῶς ἔτλης οἶος τεκέειν γλαυκώπιδ᾿ Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ᾿ ἐν ἀθανάτοισιν οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾿ ὀπίσσω.
καὶ νῦν μέν τοι ἐγὼ τεχνήσομαι ὥς κε γένηται
150 παῖς ἐμὸς ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ᾿ ἱερὸν λέχος οὔτ᾿ ἐμὸν αὐτῆς,
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾿ ἀπὸ σεῖο
τηλόθεν οὖσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
Ὣς εἰποῦσ᾿ ἀπονόσφι θεῶν κίε χωομένη περ.
155 αὐτίκ᾿ ἔπειτ᾿ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ᾿ ἔλασε χθόνα καὶ φάτο μῦθον.
κέκλυτε νῦν μοι γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
Τιτῆνές τε θεοὶ τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἐξ ἄνδρες τε θεοί τε.
160 αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου.
ἀλλ᾿ ὅ γε φέρτερος ἔστω ὅσον Κρόνου εὐρύοπα Ζεύς.
Ὣς ἄρα φωνήσασ᾿ ἵμασε χθόνα χειρὶ παχείῃ.
κινήθη δ᾿ ἄρα γαῖα φερέσβιος, ἡ δὲ ἰδοῦσα
165 τέρπετο ὃν κατὰ θυμόν, ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε πότ᾽ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς:
ἀλλ᾽ ἥ γ᾽ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
170 τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
ἣ δ᾽ ἔτεκ᾽ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
175 αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν: ἣ δ᾽ ὑπέδεκτο.
ὃς κακὰ πόλλ᾽ ἔρδεσκεν ἀγακλυτὰ φῦλ᾽ ἀνθρώπων:
ὃς τῇ γ᾽ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
180 καρτερόν: ἣ δ᾽ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ᾽ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ᾽ ἐνοπὴ γένετ᾽ ἄσπετος: ἣ δὲ καθ᾽ ὕλην
πυκνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ᾽: ὃ δ᾽ ἐπηύξατο Φοῖβος Ἀπόλλων:
185 ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ:
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺς
190 ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
ὣς φάτ᾽ ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε.
τὴν δ᾽ αὐτοῦ κατέπυσ᾽ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται: οἳ δὲ ἄνακτα
195 Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
καὶ τότ᾽ ἄρ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε:
βῆ δ᾽ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ᾽ ἵκανε:
200 στῆ δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε:
Τελφοῦσ᾽, οὐκ ἄρ᾽ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχουσ᾽ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
205 πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατ᾽ ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιρρόου: ἔνθαδ᾽ ἄνακτι
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
210 καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ:
ταῦτ᾽ ἄρα ὁρμαίνων ἐνόησ᾽ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν: ἐν δ᾽ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
215 Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
220 ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους
ἔπλεον: αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων:
ἐν πόντῳ δ᾽ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε:
τῶν δ᾽ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ᾽ ὥστε νοῆσαι
225 [ἐκβάλλειν δ᾽ ἔθελον δελφῖν᾽: ὁ δὲ νῆα μέλαιναν]
πάντοσ᾽ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
οἳ δ᾽ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες:
οὐδ᾽ οἵ γ᾽ ὅπλ᾽ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
οὐδ᾽ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
ἀλλ᾽ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
230 ὣς ἔπλεον: κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
νῆα θοήν: πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
235 Ἠελίοιο ἄνακτος, ἔχει δ᾽ ἐπιτερπέα χῶρον.
οἳ μὲν ἄρ᾽ ἔνθ᾽ ἔθελον νῆα σχεῖν ἠδ᾽ ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
ἢ εἰς οἶδμ᾽ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
240 ἀλλ᾽ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤι᾽ ὁδόν: πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
ῥηιδίως ἴθυν᾽: ἣ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
245 καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους.
βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
250 καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾽ ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ᾽ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει:
255 ἦλθ᾽ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾽ ἠέλιόν τε
ἔπλεον: ἡγεμόνευε δ᾽ ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
260 ἷξον δ᾽ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμέν᾽: ἣ δ᾽ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
ἔνθ᾽ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
ἀστέρι εἰδόμενος μέσῳ ἤματι: τοῦ δ᾽ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ᾽ εἰς οὐρανὸν ἷκεν:
265 ἐς δ᾽ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ᾽ ἄρ᾽ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα:
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας: αἳ δ᾽ ὀλόλυξαν
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς: μέγα γὰρ δέος ἔμβαλ᾽ ἑκάστῳ.
270 ἔνθεν δ᾽ αὖτ᾽ ἐπὶ νῆα νόημ᾽ ὣς ἆλτο πέτεσθαι,
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους:
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
275 ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
τίφθ᾽ οὕτως ἧσθον τετιηότες, οὐδ᾽ ἐπὶ γαῖαν
ἐκβῆτ᾽, οὐδὲ καθ᾽ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
280 αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
ὁππότ᾽ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
285 τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ξεῖν᾽, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ:
290 τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ᾽ εἶναι:
νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα:
295 ἀλλά τις ἀθανάτων δεῦρ᾽ ἤγαγεν οὐκ ἐθέλοντας.
τοὺς δ᾽ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων: ‘
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾽ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
300 ἔς τε φίλας ἀλόχους: ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
ἕξετ᾽ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
εἰμὶ δ᾽ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾽ εὔχομαι εἶναι:
ὑμέας δ᾽ ἤγαγον ἐνθάδ᾽ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
305 ἕξετ᾽ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ᾽ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα:
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
310 νῆα δ᾽ ἔπειτα θοὴν μὲν ἐπ᾽ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ᾽ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
καὶ βωμὸν ποιήσατ᾽ ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
315 ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ: αὐτὰρ ὁ βωμὸς
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
320 καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν,
εἰς ὅ κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν. ’
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
325 ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες:
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
330 καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
335 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ᾽ ἴμεν: ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
καλὰ καὶ ὕψι βιβάς: οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον,
340 οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντο
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι:
345 δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες: οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ:
350 πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ᾽ ἐπήρατος οὔτ᾽ εὐλείμων,
ὥστ᾽ ἀπό τ᾽ εὖ ζώειν καὶ ἅμ᾽ ἀνθρώποισιν ὀπάζειν.
τοὺς δ᾽ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων: ‘
νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
355 βούλεσθ᾽ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ:
ῥηίδιον ἔπος ὔμμ᾽ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
δεξιτερῇ μάλ᾽ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
σφάζειν αἰεὶ μῆλα: τὰ δ᾽ ἄφθονα πάντα παρέσται,
ὅσσα τ᾽ ἐμοί κ᾽ ἀγάγωσι περικλυτὰ φῦλ᾽ ἀνθρώπων:
360 νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ᾽ ἀνθρώπων
ἐνθάδ᾽ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
[δείκνυσθε θνητοῖσι: σὺ δὲ φρεσὶ δέξο θέμιστα.
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ᾽ ἀλογήσει]
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θ᾽, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ᾽ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
365 τῶν ὑπ᾽ ἀναγκαίῃ δεδμήσεσθ᾽ ἤματα πάντα.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.’
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.

Перевод