Гомеровский гимн IV, «К Афродите», оригинал

Бенджамин Роберт Хейдон, "Венера и Анхиз". Холст, масло, 1826
Бенджамин Роберт Хейдон, «Венера и Анхиз». Холст, масло, 1826

{Εἰς Ἀφροδίτην}

Μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης

Κύπριδος, ἥ τε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε

καί τ᾽ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων,

οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,

ἠμὲν ὅς᾽ ἤπειρος πολλὰ τρέφει ἠδ᾽ ὅσα πόντος· 5

πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐϋστεφάνου Κυθερείης.

τρισσὰς δ᾽ οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾽ ἀπατῆσαι·

κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην·

οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,

ἀλλ᾽ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος, 10

ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ᾽ ἀλεγύνειν.

πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε

ποιῆσαι σατίνας καὶ ἅρματα ποικίλα χαλκῷ·

ἡ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν

ἀγλαὰ ἔργ᾽ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. 15

οὐδέ ποτ᾽ Ἀρτέμιδα χρυσηλάκατον κελαδεινὴν

δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη·

καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,

φόρμιγγές τε χοροί τε διαπρύσιοί τ᾽ ὀλολυγαὶ

ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. 20

οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδεν ἔργ᾽ Ἀφροδίτης

Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,

αὖτις δ᾽ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,

πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·

ἡ δὲ μάλ᾽ οὐκ ἔθελεν ἀλλὰ στερεῶς ἀπέειπεν, 25

ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,

ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο

παρθένος ἔσσεσθαι πάντ᾽ ἤματα, δῖα θεάων.

τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο,

καί τε μέσῳ οἴκῳ κατ᾽ ἄρ᾽ ἕζετο πῖαρ ἑλοῦσα. 30

πᾶσιν δ᾽ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι

καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.

τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾽ ἀπατῆσαι·

τῶν δ᾽ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ᾽ Ἀφροδίτην

οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. 35

καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,

ὅς τε μέγιστός τ᾽ ἐστί, μεγίστης τ᾽ ἔμμορε τιμῆς·

καί τε τοῦ εὖτε θέλοι πυκινὰς φρένας ἐξαπαφοῦσα

ῥηϊδίως συνέμιξε καταθνητῇσι γυναιξὶν

Ἥρης ἐκλελαθοῦσα κασιγνήτης ἀλόχου τε, 40

ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι,

κυδίστην δ᾽ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης

μήτηρ τε Ῥείη· Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς

αἰδοίην ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν.

Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ 45

ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα

μηδ᾽ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη

καί ποτ᾽ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν

ἡδὺ γελοιήσασα φιλομμειδὴς Ἀφροδίτη

ὥς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξὶ 50

καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,

ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

Ἀγχίσεω δ᾽ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,

ὃς τότ᾽ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης

βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. 55

τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη

ἠράσατ᾽, ἐκπάγλως δὲ κατὰ φρένας ἵμερος εἷλεν.

ἐς Κύπρον δ᾽ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν

ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης·

ἔνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. 60

ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.

ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ

χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη 65

σεύατ᾽ ἐπὶ Τροίης προλιποῦς᾽ εὐώδεα Κύπρον

ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.

Ἴδην δ᾽ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,

βῆ δ᾽ ἰθὺς σταθμοῖο δι᾽ οὔρεος· οἱ δὲ μετ᾽ αὐτὴν

σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες 70

ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι

ἤϊσαν· ἡ δ᾽ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν

καὶ τοῖς ἐν στήθεσσι βάλ᾽ ἵμερον, οἱ δ᾽ ἅμα πάντες

σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους.

αὐτὴ δ᾽ ἐς κλισίας εὐποιήτους ἀφίκανε· 75

τὸν δ᾽ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ᾽ ἄλλων

Ἀγχίσην ἥρωα θεῶν ἄπο κάλλος ἔχοντα.

οἱ δ᾽ ἅμα βουσὶν ἕποντο νομοὺς κάτα ποιήεντας

πάντες, ὁ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ᾽ ἄλλων

πωλεῖτ᾽ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. 80

στῆ δ᾽ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη

παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,

μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.

Ἀγχίσης δ᾽ ὁρόων ἐφράζετο θαύμαινέν τε

εἶδός τε μέγεθος καὶ εἵματα σιγαλόεντα. 85

πέπλον μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,

εἶχε δ᾽ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς,

ὅρμοι δ᾽ ἀμφ᾽ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν

καλοὶ χρύσειοι παμποίκιλοι· ὡς δὲ σελήνη

στήθεσιν ἀμφ᾽ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι. 90

Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·

Χαῖρε ἄνασς᾽, ἥ τις μακάρων τάδε δώμαθ᾽ ἱκάνεις,

Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη

ἢ Θέμις ἠϋγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη

ἤ πού τις Χαρίτων δεῦρ᾽ ἤλυθες, αἵ τε θεοῖσι 95

πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,

ἤ τις νυμφάων αἵ τ᾽ ἄλσεα καλὰ νέμονται,

ἢ νυμφῶν αἳ καλὸν ὄρος τόδε ναιετάουσι

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

σοὶ δ᾽ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, 100

βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ

ὥρῃσιν πάσῃσι· σὺ δ᾽ εὔφρονα θυμὸν ἔχουσα

δός με μετὰ Τρώεσσιν ἀριπρεπέ᾽ ἔμμεναι ἄνδρα,

ποίει δ᾽ εἰσοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ᾽ αὐτὸν

δηρὸν ἐῢ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο 105

ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι.

Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,

οὔ τίς τοι θεός εἰμι· τί μ᾽ ἀθανάτῃσιν ἐΐσκεις;

ἀλλὰ καταθνητή γε, γυνὴ δέ με γείνατο μήτηρ. 110

Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὄνομα κλυτός, εἴ που ἀκούεις,

ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.

γλῶσσαν δ᾽ ὑμετέρην καὶ ἡμετέρην σάφα οἶδα·

Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν, ἡ δὲ διὰ πρὸ

σμικρὴν παῖδ᾽ ἀτίταλλε φίλης παρὰ μητρὸς ἑλοῦσα. 115

ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.

νῦν δέ μ᾽ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης

ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.

πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι

παίζομεν, ἀμφὶ δ᾽ ὅμιλος ἀπείριτος ἐστεφάνωτο· 120

ἔνθεν μ᾽ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης,

πολλὰ δ᾽ ἔπ᾽ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,

πολλὴν δ᾽ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες

ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους,

οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· 125

Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι

κουριδίην ἄλοχον, σοὶ δ᾽ ἀγλαὰ τέκνα τεκεῖσθαι.

αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν ἦ τοι ὅ γ᾽ αὖτις

ἀθανάτων μετὰ φῦλ᾽ ἀπέβη κρατὺς Ἀργειφόντης·

αὐτὰρ ἐγώ ς᾽ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη. 130

ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων

ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·

ἀδμήτην μ᾽ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος

πατρί τε σῷ δεῖξον καὶ μητέρι κεδνὰ ἰδυίῃ

σοῖς τε κασιγνήτοις οἵ τοι ὁμόθεν γεγάασιν· 135

οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ᾽ εἰκυῖα.

πέμψαι δ᾽ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους

εἰπεῖν πατρί τ᾽ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·

οἱ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντὴν

πέμψουσιν, σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. 140

ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα

τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.

Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.

Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

Εἰ μὲν θνητή τ᾽ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ, 145

Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὄνομα κλυτός, ὡς ἀγορεύεις,

ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ᾽ ἱκάνεις

Ἑρμέω, ἐμὴ δ᾽ ἄλοχος κεκλήσεαι ἤματα πάντα·

οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων

ἐνθάδε με σχήσει πρὶν σῇ φιλότητι μιγῆναι 150

αὐτίκα νῦν· οὐδ᾽ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων

τόξου ἀπ᾽ ἀργυρέου προϊῇ βέλεα στονόεντα.

βουλοίμην κεν ἔπειτα, γύναι εἰκυῖα θεῇσι,

σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄϊδος εἴσω.

Ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ᾽ Ἀφροδίτη 155

ἕρπε μεταστρεφθεῖσα κατ᾽ ὄμματα καλὰ βαλοῦσα

ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι

χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν

ἄρκτων δέρματ᾽ ἔκειτο βαρυφθόγγων τε λεόντων,

τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. 160

οἱ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,

κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,

πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους.

λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα

ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου 165

Ἀγχίσης· ὁ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ

ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.

Ἦμος δ᾽ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες

βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων,

τῆμος ἄρ᾽ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε 170

νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.

ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ δῖα θεάων

ἔστη ἄρα κλισίῃ, εὐποιήτοιο μελάθρου

κῦρε κάρη, κάλλος δὲ παρειάων ἀπέλαμπεν

ἄμβροτον, οἷόν τ᾽ ἐστὶν ἐϋστεφάνου Κυθερείης. 175

ἐξ ὕπνου τ᾽ ἀνέγειρεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

Ὄρσεο Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;

καὶ φράσαι εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι

οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;

Ὣς φάθ᾽· ὁ δ᾽ ἐξ ὕπνοιο μάλ᾽ ἐμμαπέως ὑπάκουσεν. 180

ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ᾽ Ἀφροδίτης

τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ.

ἂψ δ᾽ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα,

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

Αὐτίκα ς᾽ ὡς τὰ πρῶτα θεὰ ἴδον ὀφθαλμοῖσιν 185

ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ᾽ οὐ νημερτὲς ἔειπες.

ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο

μή με ζῶντ᾽ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς

ναίειν, ἀλλ᾽ ἐλέαιρ᾽· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ

γίγνεται ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. 190

Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,

θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·

οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε

οὐδ᾽ ἄλλων μακάρων, ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. 195

σοὶ δ᾽ ἔσται φίλος υἱὸς ὃς ἐν Τρώεσσιν ἀνάξει

καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάονται·

τῷ δὲ καὶ Αἰνείας ὄνομ᾽ ἔσσεται οὕνεκά μ᾽ αἰνὸν

ἔσχεν ἄχος ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·

ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων 200

αἰεὶ ἀφ᾽ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.

ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητίετα Ζεὺς

ἥρπασεν ὃν διὰ κάλλος ἵν᾽ ἀθανάτοισι μετείη

καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,

θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, 205

χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.

Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει

ὅππῃ οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·

τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα.

καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα 210

ἵππους ἀρσίποδας, τοί τ᾽ ἀθανάτους φορέουσι.

τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα

Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,

ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.

αὐτὰρ ἐπεὶ δὴ Ζηνὸς ὅ γ᾽ ἔκλυεν ἀγγελιάων 215

οὐκέτ᾽ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,

γηθόσυνος δ᾽ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.

ὣς δ᾽ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠὼς

ὑμετέρης γενεῆς ἐπιείκελον ἀθανάτοισι.

βῆ δ᾽ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα 220

ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα·

τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.

νηπίη, οὐδ᾽ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς

ἥβην αἰτῆσαι, ξῦσαί τ᾽ ἄπο γῆρας ὀλοιόν.

τὸν δ᾽ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, 225

Ἠοῖ τερπόμενος χρυσοθρόνῳ ἠριγενείῃ

ναῖε παρ᾽ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·

αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι

καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,

τοῦ δ᾽ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, 230

αὐτὸν δ᾽ αὖτ᾽ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα

σίτῳ τ᾽ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.

ἀλλ᾽ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν

οὐδέ τι κινῆσαι μελέων δύνατ᾽ οὐδ᾽ ἀναεῖραι,

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· 235

ἐν θαλάμῳ κατέθηκε, θύρας δ᾽ ἐπέθηκε φαεινάς.

τοῦ δ᾽ ἦ τοι φωνὴ ῥεῖ ἄσπετος, οὐδέ τι κῖκυς

ἔσθ᾽ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην

ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα. 240

ἀλλ᾽ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε

ζώοις, ἡμέτερός τε πόσις κεκλημένος εἴης,

οὐκ ἂν ἔπειτά μ᾽ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.

νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει

νηλειές, τό τ᾽ ἔπειτα παρίσταται ἀνθρώποισιν, 245

οὐλόμενον καματηρόν, ὅ τε στυγέουσι θεοί περ.

αὐτὰρ ἐμοὶ μέγ᾽ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν

ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,

οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας

ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, 250

τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.

νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι

τοῦτο μετ᾽ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην

σχέτλιον οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,

παῖδα δ᾽ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. 255

τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,

νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,

αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·

αἵ ῥ᾽ οὔτε θνητοῖς οὔτ᾽ ἀθανάτοισιν ἕπονται·

δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι, 260

καί τε μετ᾽ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.

τῇσι δὲ Σειληνοί τε καὶ εὔσκοπος Ἀργειφόντης

μίσγοντ᾽ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.

τῇσι δ᾽ ἅμ᾽ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι

γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ 265

καλαὶ τηλεθάουσαι ἐν οὔρεσιν ὑψηλοῖσιν.

ἑστᾶς᾽ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν

ἀθανάτων· τὰς δ᾽ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ.

ἀλλ᾽ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο

ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, 270

φλοιὸς δ᾽ ἀμφιπεριφθινύθει, πίπτουσι δ᾽ ἄπ᾽ ὄζοι,

τῶν δέ χ᾽ ὁμοῦ ψυχὴ λείποι φάος ἠελίοιο.

αἱ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.

τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη

ἄξουσίν σοι δεῦρο θεαί, δείξουσί τε παῖδα· 275

σοὶ δ᾽ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,

ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.

τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,

γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·

ἄξεις δ᾽ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. 280

ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων

ἥ τις σοὶ φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,

τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος ὥς σε κελεύω·

φασίν τοι νύμφης καλυκώπιδος ἔκγονον εἶναι

αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. 285

εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ

ἐν φιλότητι μιγῆναι ἐϋστεφάνῳ Κυθερείῃ,

Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.

εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας

ἴσχεο μηδ᾽ ὀνόμαινε, θεῶν δ᾽ ἐποπίζεο μῆνιν. 290

Ὣς εἰποῦς᾽ ἤϊξε πρὸς οὐρανὸν ἠνεμόεντα.

Χαῖρε θεὰ Κύπροιο ἐϋκτιμένης μεδέουσα·

σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

Перевод