Гомеровский гимн VI, ‘К Афродите’, оригинал

Афродита в раковине. Терракотовая статуэтка III в. до н.э.
Афродита в раковине. Терракотовая статуэтка III в. до н.э.

{Εἰς Ἀφροδίτην}

Αἰδοίην χρυσοστέφανον καλὴν Ἀφροδίτην

ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν

εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος

ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι 5

δέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν,

κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν

καλὴν χρυσείην, ἐν δὲ τρητοῖσι λοβοῖσιν

ἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος,

δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν 10

ὅρμοισι χρυσέοισιν ἐκόσμεον οἷσί περ αὐταὶ

Ὧραι κοσμείσθην χρυσάμπυκες ὁππότ᾽ ἴοιεν

ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.

αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν

ἦγον ἐς ἀθανάτους· οἱ δ᾽ ἠσπάζοντο ἰδόντες 15

χερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος

εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,

εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.

Χαῖρ᾽ ἑλικοβλέφαρε γλυκυμείλιχε, δὸς δ᾽ ἐν ἀγῶνι

νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν. 20

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.

Перевод