{Εἰς Ἥραν}
Ἥρην ἀείδω χρυσόθρονον ἣν τέκε Ῥείη,
ἀθανάτην βασίλειαν ὑπείροχον εἶδος ἔχουσαν
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. 5

Copyright © 2022 Thesaurus Deorum: Греция