Гомеровский гимн XX, ‘К Гефесту’, оригинал

{Εἰς Ἥφαιστον}

Ἥφαιστον κλυτόμητιν ἀείδεο Μοῦσα λίγεια,

ὃς μετ᾽ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα

ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ

ἄντροις ναιετάασκον ἐν οὔρεσιν ἠΰτε θῆρες.

νῦν δὲ δι᾽ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες 5

ῥηϊδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν

εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.

Ἀλλ᾽ ἵληθ᾽ Ἥφαιστε· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.

Перевод