‘Милый Зевс…’ (молитва Зевсу из «Элегий» Феогнида), оригинал

Феогнид, «Элегии», 373-392

Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν ἀνάσσεις
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·
ἀνθρώπων δ᾽ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου· 375
σὸν δὲ κράτος πάντων ἔσθ᾽ ὕπατον, βασιλεῦ.
πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς
ἐν ταὐτῆι μοίρηι τόν τε δίκαιον ἔχειν,
ἤν τ᾽ ἐπὶ σωφροσύνην τρεφθῆι νόος ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοις᾽ ἔργμασι πειθομένων; 380
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδ᾽ ὁδὸν ἥντιν᾽ ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δ᾽ ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δ᾽ ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ᾽ ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες, 385
ἥτ᾽ ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην
βλάπτους᾽ ἐν στήθεσσι φρένας κρατερῆς ὑπ᾽ ἀνάγκης·
τολμᾶι δ᾽ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν
χρημοσύνηι εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,
ψεύδεά τ᾽ ἐξαπάτας τ᾽ οὐλομένας τ᾽ ἔριδας, 390
ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.

Перевод В. В. Вересаева

Перевод А. К. Гаврилова