Молитва Селене-[Гекате] для любого [магического] деяния: оригинал

Источник: Греческие магические папирусы, IV.2785-2870 

Алекс Везта, "Геката"
Алекс Везта, «Геката»

〈Εὐχὴ πρὸς Σελήνην〉 ἐπὶ πάσης πράξεως·

‘ἐλθέ μοι, ὦ δέσποινα φίλη, τριπρόσωπε Σελήνη,

εὐμενίῃ δ᾽ ἐπάκουσον ἐμῶν ἱερῶν ἐπαοιδῶν·                   2785

νυκτὸς ἄγαλμα, νέα, φαεσίμβροτε, ἠριγένεια,

ἡ χαροποῖς ταύροισιν ἐφεζομένη, βασίλεια,

Ἠελίου δρόμον ἶσον ἐν ἅρμασιν ἱππεύουσα,

ἣ Χαρίτων τρισσῶν τρισσαῖς μορφαῖσι χορεύεις                 2790

ἀστράσιν κωμάζουσα, Δίκη καὶ νήματα Μοιρῶν,

Κλωθὼ καὶ Λάχεσις ἠδ᾽ Ἄτροπος εἶ, τρικάρανε,

Περσεφόνη τε Μέγαιρα καὶ Ἀλληκτώ, πολύμορφε,             2795

ἡ χέρας ὁπλίζουσα κελαιναῖς λαμπάσι δειναῖς,

ἡ φοβερῶν ὀφίων χαίτην σείουσα μετώποις,

ἡ ταύρων μύκημα κατὰ στομάτων ἀνιεῖσα,

ἡ νηδὺν φολίσιν πεπυκασμένη ἑρπυστήρων,                      2800

ἰοβόλοις ταρσοῖσιν κατωμαδίοισι δρακόντων,

σφιγγομένη κατὰ νῶτα παλαμναίοις ὑπὸ δεσμοῖς,

νυκτιβόη, ταυρῶπι, φιλήρεμε, ταυροκάρηνε,                     2805

ὄμμα δέ σοι ταυρωπόν, ἔχεις σκυλακώδεα φωνήν,

μορφὰς δ᾽ ἐν κνήμαισιν ὑποσκεπάουσα λεόντων.

μορφόλυκον σφυρόν ἐστιν, κύνες φίλοι ἀγριόθυμοι·        2810

τοὔνεκά σε κλῄζουσι Ἑκάτην, πολυώνυμε, Μήνην,

ἀέρα μὲν τέμνουσαν, ἅτ᾽ Ἄρτεμιν ἰοχέαιραν,

τετραπρόσωπε θεά, τετραώνυμε, τετραοδῖτι,

Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια,                 2815

τρίκτυπε, τρίφθογγε, τρικάρανε, τριώνυμε Σελήνη,

θρινακία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι,

ἣ τρισσοῖς ταλάροισιν ἔχεις φλογὸς 〈ἀκ〉άματον πῦρ         2820

καὶ τριόδων μεδέεις τρισσῶν δεκάδων τε ἀνάσσεις·

ἵλαθί μοι καλέοντι καὶ εὐμενέως εἰσάκουσον,

ἡ πολυχώρητον κόσμον νυκτὸς ἀμφιέπουσα,                     2825

δαίμονες ἣν φρίσσουσιν καὶ ἀθάνατοι τρομέουσιν,

κυδιάνειρα θεά, πολυώνυμε, καλλιγένεια,

ταυρῶπι, κερόεσσα, θεῶν γενέτειρα καὶ ἀνδρῶν

καὶ Φύσι παμμήτωρ· σὺ γὰρ φοιτᾷς ἐν Ὀλύμπῳ,                2830

εὐρεῖαν δέ τ᾽ ἄβυσσον ἀπείριτον ἀμφιπολεύεις.

ἀρχὴ καὶ τέλος εἶ, πάντων δὲ σὺ μούνη ἀνάσσεις·

ἐκ σέο γὰρ πάντ᾽ ἐστὶ καὶ εἴς 〈ς᾽〉, αἰών〈ι〉ε, πάντα τελευτᾷ. 2835

ἀέναον διάδημα ἑοῖς φορέεις κροτάφοισιν,

δεσμοὺς ἀρρήκτους, ἀλύτους μεγάλοιο Κρόνοιο

καὶ χρύσεον σκῆπτρον ἑαῖς κατέχεις παλάμαισιν.              2840

γράμματα σῷ σκήπτρῳ α[ὐ]τὸ[ς] Κρόνος ἀμφεχάραξεν,

δῶκε δέ σοι φορέειν, ὄφρ᾽ ἔμπεδα πάντα μένοιεν·

’Δαμνώ, Δαμνομένεια· Δαμασάνδρα· Δαμνοδαμία.’          2845

σὺ δὲ χάους μεδέεις αραραχαραρα ηφθισικηρε.

χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον.

θύω σοι τόδ᾽ ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα,

οὐρανία, λιμ〈ε〉νῖτι, ὀρίπλανε εἰνοδία τε,                            2850

νερτερία νυχία τε, ἀϊδωναία σκοτία τε,

ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτα ἔχουσα,

Νύξ, Ἔρεβος, Χάος εὐρύ· σὺ γὰρ δυσάλυκτος Ἀνάγκη,       2855

Μοῖρα δ᾽ ἔφυς, σύ τ᾽ Ἐρινύς, βάσανος, ὀλέτις σύ, Δίκη σύ.

Κέρβερον ἐν δεσμοῖσιν ἔχεις, φολίσιν σὺ δρακόντων

κυανέα, ὀφεοπλόκαμε καὶ ζωνοδράκοντι·                          2860

αἱμοπότι, θανατηγέ, φθορηγενές, καρδιόδαιτε,

σαρκοφάγε καὶ ἀωροβόρε, καπετόκτυπε, οἰστροπλάνεια·

ἐλθὲ ἐπ᾽ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα ποίησον.’ 2865

Перевод