Молитва Зевсу из «Элегий» Феогнида, 341-350, оригинал

Феогнид, “Элегии”, 341-350

Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον εὐχήν·
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.
τεθναίην δ᾽, εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην δ᾽ ἀντ᾽ ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί. τίσις δ᾽ οὐ φαίνεται ἡμῖν 345
ἀνδρῶν, οἳ τἀμὰ χρήματ᾽ ἔχουσι βίηι
συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρωι ποταμῶι πάντ᾽ ἀποσεισάμενος·
τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τ᾽ ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατ᾽ ἐμὸν νοῦν τελέσειε τάδε. 350

Перевод