Аристофан, «Всадники», 551-564
Ἵππι᾽ ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις, 555
μειρακίων θ᾽ ἅμιλλα λαμ-
πρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρ᾽ ἔλθ᾽ εἰς χορόν, ὦ χρυσοτρίαιν᾽, ὦ
δελφίνων μεδέων Σουνιάρατε, 560
ὦ Γεραίστιε παῖ Κρόνου,
Φορμίωνί τε φίλτατ᾽ ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθη-
ναίοις πρὸς τὸ παρεστός.