Орфический гимн LXVI, ‘Гефесту’, оригинал

{〈Ἡφαίστου〉, θυμίαμα λιβανομάνναν.}

Ἥφαιστ᾽ ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,

λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,

φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,

ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,

παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε, 5

αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·

ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.

πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα,

σώματά τε θνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.

κλῦθι, μάκαρ, κλήιζω 〈σε〉 πρὸς εὐιέρους ἐπιλοιβάς, 10

αἰεὶ ὅπως χαίρουσιν ἐπ᾽ ἔργοις ἥμερος ἔλθοις.

παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο

καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.

Перевод