Орфический гимн XIX, ‘Зевсу Керавну’, оригинал

Джорджо Вазари, Марко Маркетти, "Юпитер". Фреска из Палаццо Веккьо (Флоренция), 1555-1558
Джорджо Вазари, Марко Маркетти, «Юпитер». Фреска из Палаццо Веккьо (Флоренция), 1555-1558

Κεραυνοῦ Διός, θυμίαμα στύρακα

Ζεῦ πάτερ, ὑψίδρομον πυραυγέα κόσμον ἐλαύνων,
στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,
παμμακάρων ἕδρανον θείαις βρονταῖσι τινάσσων,
νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων·
λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς,  5
βάλλων ἐς ροθίους φλογερούς, βεφέεσσι καλύπτων
παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοθύμους,
πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,
αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν
ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμῆι,  10
ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρος
οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος,
ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα,
καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθηι·
μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς  15
αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα
οὐράνιον προκάλυμμα βάλλεις ἀργῆτα κεραυνόν.
ἀλλά, μάκαρ, θυμὸν κύμασι πόντου
ἠδ’ ὀρέων κορυφαῖσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες.
ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα  20
ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν,
εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον,
καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.

Перевод