Орфический гимн XV, «Зевсу», оригинал

Якопо Цукки, "Юпитер". Фреска из палаццо Русполи (Рим), 1589-1592
Якопо Цукки, «Юпитер». Фреска из палаццо Русполи (Рим), 1589-1592

Διός, θυμίαμα, στύρακα

Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς   1
μαρτυρίην τιθέμεσθα λυτήριον, ἠδὲ πρόσευξιν.
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε πάντα,
γαῖα θεὰ μήτηρ, ὀρέων θ’ ὑψαυχένες ὄχθοι,
καὶ πόντος, καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἔταξε.   5
Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,
παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή.
σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,
ἀστράπιε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·
κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ   10
εἰρήνην τε θεὰν, καὶ πλούτου δόξαν ἄμεμπτον.

Перевод