Орфический гимн XVI, ‘Гере’, оригинал

{〈Ἥρης〉, θυμίαμα ἀρώματα.}

Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε,

Ἥρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,

ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς,

ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε·

χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· 5

κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι·

πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ᾽ ἀνάσσεις

ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.

ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,

ἔλθοις εὐμενέουσα καλῶι γήθοντι προσώπωι. 10

Перевод