{〈Ποσειδῶνος〉, θυμίαμα σμύρναν.}
Κλῦθι, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν,
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,
ποντομέδων, ἁλίδουπε, βαρύκτυπε, ἐννοσίγαιε,
κυμοθαλής, χαριδῶτα, τετράορον ἅρμα διώκων, 5
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ,
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,
κύμασι τερπόμενος θηρσίν θ᾽ ἅμα, πόντιε δαῖμον·
ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων ἠδ᾽ ὄλβον ἀμεμφῆ. 10