Орфический гимн XXXVI, ‘Артемиде’, оригинал

Артуро Микелена, "Охота Дианы". Холст, масло, 1896
Артуро Микелена, «Охота Дианы». Холст, масло, 1896

Ἀρτέμιδος, θυμίαμα, μάνναν

Κλῦθί μευ, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,
Τιτηνίς, βρομίη, μεγαλώνυμε, τοξότι, σεμνή,
πασιφαής, δαιδοῦχε, θεά Δίκτυννα, λοχείη,
ὠδίνων ἐπαρωγὲ, καὶ ὠδίνων ἀμύητε·
5 λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,
εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κλεισίη, εὐάντητε, λυτηρίη, ἀρσενόμορφε,
ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀγροτέρη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε·
10 ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,
πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα·
δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε.
ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστῃσιν ἅπασιν,
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης,
15 εἰρήνην τ’ ἐρατὴν καλλιπλόκαμόν θ’ ὑγίειαν·
πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

Перевод