Зевс: Античные гимны

Гимн Зевсу из "Рапсодической теогонии", оригинал

Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος·
Ζεὺς κεφαλή, Ζεὺς μέσσα· Διὸς δ’ ἐκ πάντα τέτυκται.
Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη·
Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος·
Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος·   5
ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,
ἓν δὲ δέμας βασίλειον, ἐν ὧι τάδε πάντα κυκλεῖται,
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ,
καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής·
πάντα γὰρ ἐν Ζηνὸς μεγάλωι τάδε σώματι κεῖται·   10
τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα
οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται,
ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα,
ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων,   15
ὄμματα δ' ἠέλιός τε καὶ ἀντιόωσα σελήνη·
νοῦς δέ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ,
ὧι δή πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν
αὐδὴ οὔδ' ἐνοπὴ οὐδὲ κτύπος οὐδὲ μὲν ὄσσα,
ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος.   20
ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα·
σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον,
ἄτρομον, ὀβριμόγυιον, ὑπερμενές ὧδε τέτυκται·
ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο
ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο,   25
τῆις ἐπὶ πάντα ποτᾶθ', ἱερὴ δέ οἱ ἔπλετο νηδύς
γαῖά τε παμμήτωρ ὀρέων τ' αἰπεινὰ κάρηνα·
μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης
καὶ πόντου· πυμάτη δὲ βάσις, χθονὸς ἔνδοθι ῥίζαι,
Τάρταρά τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης.   30
πάντα δ' ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς
μέλλεν ἀπό κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων.

Перевод

Новости

17.11.2019

В раздел "Геката: исследования" добавлен отрывок "Добродетели" из работы Стивена Ронана "Халдейская Геката"

15.11.2019

В раздел "Публицистика" добавлена заметка Галины Крассковой "Спасение?"

10.11.2019

В раздел "Геката: исследования" добавлен отрывок "Функции и образы" из работы Стивена Ронана "Халдейская Геката"

31.10.2019

В магазине - переиздание книги "Геката: пограничные обряды"

27.10.2019

В магазине - новая книга Антона Платова: "Северная Традиция. Путь над Бездной"