Зевс: Античные гимны

Гимн Каллимаха I, 'К Зевсу', оригинал

Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδῃσι;
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
5 ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
Ζεῦ, σὲ δ᾿ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
“Κρῆτες ἀεὶ ψεῦσται·” καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
10 ἐν δέ σε Παρρασίῃ Ῥείη τέκεν, ἧχι μάλιστα
ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.
15 ἔνθα σ᾽ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων
αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο
λύματα χυτλώσαιτο, τεὸν δ᾽ ἐνὶ χρῶτα λοέσσαι.
Λάδων ἀλλ᾽ οὔπω μέγας ἔρρεεν οὐδ᾽ Ἐρύμανθος,
λευκότατος ποταμῶν, ἔτι δ᾽ ἄβροχος ἦεν ἅπασα
20 Άζηνίς· μέλλεν δὲ μάλ᾽ εὔυδρος καλέεσθαι
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτ᾽ λύσατο μίτρην,
ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
25 ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ᾽ ἀνὴρ
πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
καί ῥ᾽ ὑπ᾽ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·
Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ᾽ ὠδῖνες ἐλαφραί.
30 εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
ἐκ δ᾽ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,
ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
35 πρεσβυτάτῃ Νυμφέων, αἵ μιν τότε μαιώσαντο,
πρωτίστῃ  ῃγενεῆ μετά γε Στύγα τε Φιλύρην τε.
οὐδ᾽ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατ᾽ αὐτό
Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται,
40 συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,
Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θ̔εναὶ δ᾽ ἔσαν ἐγγύθι Κνωσοὖ),
τουτάκι τοι πέσε, δαῖμον, ἄπ᾽ ὀμφαλός· ἔνθεν ἐκεῖνο
45 Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
Δικταῖαι Μελίαι, σὲ δ᾽ ἐκοίμισεν Ἀδρήστεια
λίκνῳ ἐνὶ χρυσέῳ, δὺ δ᾽ ἐθήσαο πίονα μαζὸν
αἰγὸς Ἀμαλθείης, ἐπὶ δε γλυκὺ κηρίον ἔβρως.
50 γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
τεύχεα πεπήγοντες, ἵνα Κρόνος οὔασιν ἠχὴν
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
55 καλὰ μὲν ἠέξευ, καλὰ δ᾽ ἔτραφες, οὐράνιε Ζεῦ,
ὀξὺ δ᾽ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
ἀλλ᾽ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
τῷ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
60 δηναιοὶ δ᾽ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.
φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
τίς δέ κ᾽ ἐπ᾽ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,
ὃς μάλα μὴ νενίηλος; ἐπ᾽ ἰσαίῃ γὰρ ἔοικε
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
65 ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ᾽ οἰωνῶν μέγ᾽ ὑπείροχον ἀγγελιώτην
σῶν τεράων· ἅ τ᾽ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
70 εἵλεο δ᾽ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ᾽ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
75 ὧν ἐρέτης, ὧν πάντα· τί δ᾽ οὐ κρατέοντος ὑπ᾽ ἰοχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ᾽ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
80 θειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ᾽ αὐτὸς
ἄκρῃσ᾽ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
λαὸν ὑπὸ σκολιῇσ᾽ οἵ τ᾽ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ᾽ ἅλις ὄλβον·
85 πᾶσι μέν, οὐ μάλα δ᾽ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ᾽, εὖτε νοήσῃ.
οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ᾽ οὐχ ἑνί, τῶν δ᾽ ἀπὸ πάμπαν
90 αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
δῶτορ ἀπημονίης. τεὰ δ᾽ ἔργματα τίς κεν ἀείδοι;
οὐ γένετ᾽, οὐκ ἔσται, τίς κεν Διὸς ἔργματ᾽ ἀείσει.
χαῖρε πάτερ, χαῖρ᾽ αὖθι· δίδου δ᾽ ἀρετήν τ᾽ ἄφενός τε.
95 οὔτ᾽ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
οὔτ᾽ ἀρετὴ ἀφένοιο· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.

Перевод

Новости

10.11.2019

В раздел "Геката: исследования" добавлен отрывок "Функции и образы" из работы Стивена Ронана "Халдейская Геката"

31.10.2019

В магазине - переиздание книги "Геката: пограничные обряды"

27.10.2019

В магазине - новая книга Антона Платова: "Северная Традиция. Путь над Бездной"

24.10.2019

Алекс Осипов (Alex Sane-Witch) объявляет набор на курс Таро и на спецкурс по Придворным картам Таро

24.10.2019

В раздел "Фейри" добавлен отрывок "Свидетельства из Грейнджа и показания портного"  из книги У. Эванса-Венца "Вера в фейри в кельтских странах"