Зевс: Античные гимны

Гимн Клеанфа "К Зевсу", оригинал

κύδιστ’ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί,
Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
ἐκ σοῦ γὰρ γενόμεσθα y θεοῦ μίμημα λαχόντες
5 μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ’ ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν,
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
10 ἀμφήκη πυρόεντ’ ἀειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ’ ἔργα <τελεῖται>·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν·
yᾧ σὺ τόσοςy γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.
15 οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατ’ αἰθέριον θεῖον πόλον, οὔτ’ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
20 ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθ’ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,
δύσμοροι, οἵ τ’ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτ’ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
25 ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν·
αὐτοὶ δ’ αὖθ’ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ’ ἄλλα·
οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἳ δ’ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
ἄλλοι δ’ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα.
30 <ἀλλὰ κακοῖς ἐπέκυρσαν> ἐπ’ ἄλλοτε δ’ ἄλλα φέρονται,
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφὲς, ἀργικέραυνε,
ἀνθρώπους ῥύου <σύ γ’> ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
35 γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
ὄφρ’ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντ’, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

Перевод

Новости

13.07.2020

В раздел "Семейство Одина: Хёд" добавлена cтатья Пэтти Уиттингон и Бригона Мункхольма "Хёд в современном язычестве" 

01.07.2020

В раздел "Семейство Одина: Хёд" добавлена статья "Хёд в источниках" 

17.06.2020

В раздел "Фольклор и мифология" добавлена статья Яакова Сарига "Сверхъестественные обитатели моря в фольклоре скандинавских стран"
 

04.06.2020

В раздел "Публицистика" добавлена статья Санниона "О духовной прозорливости"

22.05.2020

В разделы "Фригг: исследования" и "Фрейя: исследования" добавлена статья Стефана Гранди "Фрейя и Фригг"